Κυριακή, 2 Σεπτεμβρίου 2012

Επαναληπτικές ασκήσεις στην Αρχαία Ελληνική Γλώσσα για την 9η ενότητα Γ' Γυμνασίου (Οι νόμοι επισκέπτονται τον Σωκράτη στη φυλακή).

ΕΝΟΤΗΤΑ 9

Θεωρητικά στοιχεία


ΟΝΟΜΑΤΙΚΕΣ ΠΡΟΤΑΣΕΙΣ





Ασκήσεις

1. Στις παρακάτω περιόδους να εντοπίσετε τις δευτερεύουσες ονοματικές προτάσεις και να τις χαρακτηρίσετε πλήρως.


α. Ἓν οἶδα ὅτι οὐδὲν οἶδα.
β. Οἱ Ἀθηναῖοι φοβοῦνται μὴ πολλὰ δεινὰ πάθωσι.
γ. Σκέψασθε, ὦ Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σωφροσύνης ἐποιήσατο ὁ Σόλων.
δ. Νομίζω προσήκειν τοῦτο ἡμᾶς σκοπεῖν, ὅπως συμφέροντας νόμους τῇ πόλει θησόμεθα.
ε. Μάθετε ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δὲ ἀλλοτριοῦται.
στ. Οὗτοι εἶχον τὸν φόβον μὴ καὶ ὲπὶ σφᾶς ὁ πόλεμος ἔλθῃ.
ζ. Ἡ μήτηρ διηρώτα τὸν Κῦρον πότερον βούλοιτο μένειν ἢ ἀπιέναι.
η. Τοῦτο γιγνώσκω, ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει.
θ. Οὐ τοῦτο ἐφοβεῖτο, μή τινες πορεύσοιντο ἐπὶ τὴν ἐκείνου δύναμιν.
ι. Ἄδηλον ἦν εἴτε κρατήσαιεν εἴτε κρατηθειεν.
ια. Τοῦτο δεῖ λέγειν, ὅπως ἂν πορευοίμεθα ἀσφαλέστατα.
ιβ. Τοῦτο δεινὸν γίγνεται, μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς.
ιγ. Πάντες ἐπίστασθε ὅτι ὁ πόλεμος αἴτιος πολλῶν δεινῶν γεγένηται.
ιδ. Ἐσηγγέλθη αὐτοῖς ὡς εἴη Ἀπόλλωνος ἔξω τῆς πόλεως ἑορτή.
ιε. Τοῦτο ἐπιστάμεθα, ὅτι βασιλεὺς ἡμᾶς ἀπολέσαι περὶ παντὸς ἂν ποιήσαιτο.


2. Να αναγνωριστούν οι δευτερεύουσες ονοματικές προτάσεις και να προσδιοριστεί ο συντακτικός τους ρόλος.

1. Ἀκούσας ὁ Ξενοφῶν ἔλεγεν ὅτι ὀρθῶς ᾐτιῶντο καὶ αὐτὸ τὸ ἔργον αὐτοῖς μαρτυροίη.
2. Ἀπεκρίνατο ὅτι οὔτ’ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτ΄ ἐκεῖνος Ἀθηναῖος.
3. Δῆλόν ἐστιν ὅτι οὐκ ἂν προὔλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν.
4. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην.
5. Φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ.
6. Ἐφοβούμην μὴ αὐτὸν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν.
7. Ἔτι δὴ μοὶ καὶ τόδε σκέψαι, εἰ ἄρα ξυνομολογήσεις.
8. Τὸν στρατηγὸν ἐπιμελεῖσθαι δεῖ ὅπως σῶοὶ τε ἔσονται οἱ στρατιῶται καὶ τὰ ἐπιτήδεια ἕξουσιν.
9. Οὐκ οἶδα ὅ,τι δεῖ με λίαν ἀκριβῶς ἀπολογεῖσθαι.
10. Ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων εἰπεῖν βούλομαι.
11. Ὁ οὖν Ζεὺς καὶ οἱ ἄλλοι θεοὶ ἐβουλεύοντο ὅ,τι χρὴ αὐτοὺς ποιῆσαι.
12. Θαυμάζω ἡ πόλις ὅπως ποτ’ ἐπὶ τὸ χεῖρον ἔκλινεν.
13. Ἴσως εἴποιεν ἂν πολλοὶ ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο.
14. Βασιλεὺς δ’ αὖ ἤκουσε Τισσαφέρνους ὅτι οἱ Ἕλληνες νικῷεν τὸ καθ’ αὑτοὺς καὶ εἰς τὸ πρόσθεν οἴχονται διώκοντες.
15. Οἱ δὲ ἀπήγγελλον ὅτι ὅλον οὕτως ἀναπαύοιτο τὸ στράτευμα.
16. Δεινὸν ἐφαίνετο εἶναι, μὴ τινα καὶ εἰς τοὺς ἄλλους Ἕλληνας διαβολὴν σχοῖεν καὶ οἱ στρατιῶται δῦσνοι πρὸς τὰ πράγματα ὦσιν.
17. Δέδοικα μὴ λόγοις τισὶ ψευδέσιν ἐντετυχήκαμεν.
18. Ἄξιον δ΄ ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματα ἐν ᾧ καθέστηκε νυνὶ τὰ Φιλίππου.
19. Νῦν αἵρεσίς ἐστιν ὑμῖν, πότερ’ ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ πάρ’ ἡμῖν ἐκεῖνον.
20. Ἡρακλῆς ἠπόρει ποτέραν τῶν ὁδῶν τράπηται.
21. Οὗτοι ἔλεγον ὅτι Κῦρος τέθνηκεν, Ἀριαῖος δὲ πεφευγὼς εἴη.
22. Λέγουσιν οἱ σοφισταὶ ὡς οὐδὲν δέονται χρημάτων.
23. Βούλομαί σε τοῦτο διδάσκειν, ὡς ἡμῖν οὐκ ὀρθῶς ἀπιστεῖς.
24. Δέδοικα μὴ ἡμᾶς ἐξαπατήσῃ.
25. Κίνδυνός ἐστι μὴ μεταβάλωνται διαθέσεις.
26. Ἐδεδοίκειν μὴ ἐν τῷ κρατῆρι φάρμακα μεμειγμένα εἴη.
27. Ἐβουλεύοντο πῶς ἄν τὴν μάχην συμφορώτατα ποιήσαιντο.
28. Ἠρώτων αὐτὸν εἰ ἀναπλεύσοιεν ἔχων ἀργύριον.
29. Οὐκ οἶδα ὅπως πράξω.
30. Λέγε οὖν εἰ χρὴ ἐμὲ ἀπελθεῖν ἤ μή.
31. Φίλιππός ἔστι ὅ,τι ἄν εἴποι τις.
32. Τούτων Διοκλῆς ἦρχεν, ὅς ἦν φυγὰς ἐξ Ἄνδρου.
33. Τὸν ἄνδρα τοῦτον, ὅν πάλαι ζητεῖς, οὗτός ἐστιν ἐνθάδε.
34. Ἐδέδισαν μὴ καταλυθείη ἄν ὁ δῆμος.
35. Δῆλόν ἐστιν ὅτι νῦν οὐ περὶ δόξης πολεμοῦσιν.
36. Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύει αὐτῷ.
37. Φοβοῦμαι μὴ οὐ δυνηθῶ διὰ τὴν ἀπαιρίαν δηλῶσαι.
38. Ἐβουλεύοντο οἱ Πλαταιεῖς εἴτε κατακαύσωσιν αὐτοὺς εἴτε τι ἄλλο χρή-σωνται.
39. Οὐκ αἰσχύνεσθε τοὺς θεοὺς οἵτινες προὔδοτε ἡμᾶς.
40. Ἦν τις Φυλλίδας, ὅς ἐγραμμάτευε τοῖς πολεμάρχοις.
 

3. Να αναγνωρίσετε πλήρως τις δευτερεύουσες ονοματικές προτάσεις (είδος, εισαγωγή, εκφορά, συντακτική λειτουργία).

1. Ἠπόρουν τί λέγοι.
2. Γιγνώσκετε ὅτι οὐκ ἂν ἦτε ἐχθροὶ ἡμῶν, εἰ μὴ ἐπολεμεῖτε ἡμῖν.
3. Ὅθεν καὶ ἀπορεῖται πότερόν ἐστι τὸ ἀγαθὸν μαθητὸν ἢ ἐθιστόν.
4. Φοβοῦμαι μὴ οὐ δυνηθῶ διὰ τὴν ἀπειρίαν δηλῶσαι τὴν ἐμήν γνώμην.
5. Τοῦτο δὴ ἄξιον ἐπαινεῖν τῶν τότε ναυμαχησάντων, ὅτι τὸν φόβον διέλυσαν τῶν Ἑλλήνων.
6. Θαυμάζω δὲ καὶ ὅστις ἔσται ὁ ἀντερῶν (=αυτός που θα φέρει αντίρρηση).
7. Κῦρος ἤρώτα πόθεν ὁ θόρυβος ἀκούοιτο.
8. Ουκοῦν νῦν καὶ τοῦτο κίνδυνος, μὴ λάβωσι προστάτας αὐτῶν τινὰς τού-των.
9. Τοῦτο λέγω, ὡς τὸ παράπαν (=καθόλου) οὐ σέβεις θεούς.
10. Οἶδα δὲ ποῦ οἴχονται (=πηγαίνουν).
11. Τοῦτο αὐτὸ ἀποκρίναι, εἰ ἀληθῆ λέγομεν ἢ οὐκ ἀληθῆ.
12. Ἐβουλεύοντο πῶς ἂν τὴν μάχην συμφορώτατα ποιήσαιντο.
13. Ἐγνώκεσαν ὅτι κενὸς ὁ φόβος εἴη.
14. Ἔλεγον ὡς ἐν τῷ πεδίῳ ὑποζύγια εἶεν.
15. Τοῦτο θεωρεῖτε, εἰ τἀληθῆ λέγω.
16. Οὐ πείσονται οἱ πολλοὶ ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε.
17. Φοβεῖται μὴ τὰ ἔσχατα πάθῃ.
18. Ἐσηγγέλθη αὐτοῖς ὡς εἴη Ἀπόλλωνος ἔξω τῆς πόλεως ἑορτή.
19. Οὐ τοῦτο ἐφοβεῖτο, μή τινες πορεύσοιντο ἐπὶ τὴν ἐκείνου δύναμιν.
20. Σὺ δὲ φράσαι εἴ με σώσεις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου